ἐγὼ μέν εἰμι παιδίον Ἑλληνικόν, οἰκῶ δ' ἐν ἀγροῖς, ἐνταῦθα γὰρ ἐν τοῖς ἀγροῖς γεωργός τις Θράσυλλός ἐστιν, ὃς γεωργεῖ καὶ ἔχει χωρίον, ἆρ᾽ ἐρωτᾷς, τίς μὲν ἐγώ, τίς δ’ ὁ Θράσυλλος; λέγω δή, τέκνον γάρ εἰμι ἐγὼ τοῦ Θρασύλλου. καὶ μὴν ἄλλα γε ἔχει τέκνα ὁ Θράσυλλος· καὶ γὰρ ἐγώ εἰμι τέκνον αὐτοῦ, καὶ ἔχω ἀδελφόν τε καὶ ἀδελφήν· ὀνομάζουσι δ’ ἐμὲ μὲν Θρασύμαχον, τὸν δ’ ἀδελφὸν ὀνομάζουσιν Θρασύστομον, τὴν δ’ ἀδελφὴν Ἑλένην ὀνομάζουσιν. ἐσμὲν οὖν τέκνα τοῦ Θρασύλλου, ἐσμὲν δὲ καὶ τῆς Εὐρυδίκης τέκνα.
No hay comentarios:
Publicar un comentario